Numbers 13:2-15

Brenton_Greek(i) 2 ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν· ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.
3 Καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι. 4 Καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ῥουβὴν, Σαμουὴλ υἱὸς Ζαχούρ. 5 Τῆς φυλῆς Συμεὼν, Σαφὰτ υἱὸς Σουρί. 6 Τῆς φυλῆς Ἰούδα, Χάλεβ υἱὸς Ἰεφοννή. 7 Τῆς φυλῆς Ἰσσάχαρ, Ἰλαὰλ υἱὸς Ἰωσήφ. 8 Τῆς φυλῆς Ἐφραὶμ, Αὐσὴ υἱὸς Ναυή. 9 10 Τῆς φυλῆς Βενιαμὶν, Φαλτὶ υἱὸς Ῥαφοῦ. 10 11 Τῆς φυλῆς Ζαβουλὼν, Γουδιὴλ υἱὸς Σουδί. 11 12 Τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσῆ, Γαδδὶ υἱὸς Σουσί. 12 13 Τῆς φυλῆς Δὰν, Ἀμιὴλ υἱὸς Γαμαλί. 13 14 Τῆς φυλῆς Ἀσὴρ, Σαθοὺρ υἱὸς Μιχαήλ. 14 15 Τῆς φυλῆς Νεφθαλὶ, Ναβὶ υἱὸς Σαβί. 15 16 Τῆς φυλῆς Γὰδ, Γουδιὴλ υἱὸς Μακχί.