Numbers 11:1-15

Brenton_Greek(i) 1 Καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου· καὶ ἤκουσε Κύριος, καὶ ἐθυμώθη ὀργῇ· καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τι τῆς παρεμβολῆς. 2 Καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν· καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ. 3 Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐμπυρισμός· ὅτι ἐξεκαύθη ἐν αὐτοῖς παρὰ Κυρίου. 4 Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν· καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν, τίς ἡμᾶς ψωμιεῖ κρέα; 5 Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικύους, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμμυα, καὶ τὰ σκόρδα. 6 Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος· οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. 7 Τὸ δὲ μάννα ὡσεὶ σπέρμα κορίου ἐστί, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου. 8 Καὶ διεπορεύετο ὁ λαὸς, καὶ συνέλεγον, καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ, καὶ ἔτριβον ἐν τῇ θυΐᾳ, καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ, καὶ ἐποίουν αὐτὸ ἐγκρυφίας· καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου. 9 Καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτὸς, κατέβαινε τὸ μάννα ἐπʼ αὐτῆς.
10 Καὶ ἤκουσε Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα· καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν. 11 Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον, ἱνατί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διατί οὐχ εὕρηκα χάριν ἐναντίον σου, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπʼ ἐμέ; 12 Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτούς; ὅτι λέγεις μοι, λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν; 13 Πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ; ὅτι κλαίουσιν ἐπʼ ἐμοί, λέγοντες, δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν. 14 Οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοί ἐστι τὸ ῥῆμα τοῦτο. 15 Εἰ δʼ οὕτω σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω τὴν κάκωσίν μου.