Nehemiah 8:15

Brenton_Greek(i) 15 καὶ ὅπως σημάνωσι σάλπιγξιν ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν καὶ ἐν Ἱερουσαλήμ· καὶ εἶπεν Ἔσδρας, ἐξέλθετε εἰς τὸ ὄρος, καὶ ἐνέγκατε φύλλα ἐλαίας, καὶ φύλλα ξύλων κυπαρισσίνων, καὶ φύλλα μυρσίνης, καὶ φύλλα φοινίκων, καὶ φύλλα ξύλου δασέος, ποιῆσαι σκηνὰς κατὰ τὸ γεγραμμένον.