Nehemiah 4:1-11

Brenton_Greek(i) 1 Καὶ ἐγένετο ἡνίκα ἤκουσε Σαναβαλλὰτ, ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν αὐτῷ ἐφάνη, καὶ ὠργίσθη ἐπὶ πολὺ, καὶ ἐξεγέλα ἐπὶ τοῖς Ἰουδαίοις. 2 Καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ, αὕτη ἡ δύναμις Σομόρων, ὅτι οἱ Ἰουδαῖοι οὗτοι οἰκοδομοῦσι τὴν ἑαυτῶν πόλιν; ἆρα θυσιάζουσιν; ἆρα δυνήσονται; καὶ σήμερον ἰάσονται τοὺς λίθους, μετὰ τὸ χῶμα γενέσθαι γῆς καυθέντας; 3 Καὶ Τωβίας ὁ Ἀμμανίτης ἐχόμενα αὐτοῦ ἦλθε, καὶ εἶπε πρὸς αὐτούς, μὴ θυσιάζουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν;
4 Ἄκουσον ὀ Θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμὸν, καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας, 5 καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν.
6 7 Καὶ ἐγένετο ὡς ἤκουσε Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανῖται, ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερουσαλὴμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα. 8 Καὶ συνήχθησαν πάντες ἐπιτοαυτὸ, ἐλθεῖν παρατάξασθαι ἐν Ἱερουσαλὴμ καὶ ποιῆσαι αὐτὴν ἀφανῆ. 9 Καὶ προσηυξάμεθα πρὸς τὸν Θεὸν ἡμῶν, καὶ ἐστήσαμεν προφύλακας ἐπʼ αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν. 10 Καὶ εἶπεν Ἰούδας, συνετρίβη ἡ ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὁ χοῦς πολὺς, καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει. 11 Καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς, οὐ γνώσονται καὶ οὐκ ὄψονται, ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν, καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον.