Micah 7:13-15

Brenton_Greek(i) 13 Καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν σὺν τοῖς κατοικοῦσιν αὐτὴν, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν.
14 Ποίμανε λαόν σου ἐν ῥάβδῳ σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας καθʼ ἑαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου, νεμήσονται τὴν Βασανῖτιν, καὶ τὴν Γαλλαδῖτιν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος.
15 Καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου, ὄψεσθε θαυμαστά.