Micah 6:1-3

Brenton_Greek(i) 1 Ἀκούσατε δὴ λόγον· Κύριους Κύριος εἶπεν, ἀνάστηθι, κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν βουνοὶ φωνήν σου.
2 Ἀκούσατε ὄρη τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται. 3 Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι.