Malachi 3:15-18

Brenton_Greek(i) 15 Καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα, καὶ ἀντέστησαν τῷ Θεῷ, καὶ ἐσώθησαν.
16 Ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος, καὶ εἰσήκουσε, καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν Κύριον, καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ. 17 Καὶ ἔσονταί μοι, λέγει Κύριος παντοκράτωρ, εἰς ἡμέραν, ἣν ἐγὼ ποιῶ, εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς, ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, τὸν δουλεύοντα αὐτῷ. 18 Καὶ ἐπιστραφήσεσθε, καὶ ὄψεσθε ἀναμέσον δικαίου, καὶ ἀναμέσον ἀνόμου, καὶ ἀναμέσον τοῦ δουλεύοντος Θεῷ, καὶ τοῦ μὴ δουλεύοντος.