Leviticus 22:10-13

Brenton_Greek(i) 10 Καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως, ἢ μισθωτὸς, οὐ φάγεται ἅγια. 11 Ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου, οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ· καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι φάγονται τὸν ἄρτων αὐτοῦ. 12 Καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὐτὴ τῶν ἀπαρχῶν ἁγίου οὐ φάγεται. 13 Καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη, σπέρμα δὲ μὴ ᾖ αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς· ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται· καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπʼ αὐτῶν.