Joshua 6:17-21

Brenton_Greek(i) 17 Καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρίῳ Σαβαώθ· πλὴν Ῥαὰβ τὴν πόρνην περιποιήσασθε αὐτὴν, καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς. 18 Ἀλλὰ ὑμεῖς φυλάξεσθε σφόδρα ἀπὸ τοῦ ἀναθέματος, μήποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος, καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν Ἰσραὴλ ἀνάθεμα, καὶ ἐκτρίψητε ἡμᾶς· 19 Καὶ πᾶν ἀργύριον ἢ χρυσίον, ἢ χαλκὸς ἢ σίδηρος, ἅγιον ἔσται τῷ Κυρίῳ· εἰς θησαυρὸν Κυρίου εἰσενεχθήσεται.
20 Καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς· ὡς δὲ ἤκουσεν ὁ λαὸς τῶν σαλπίγγων, ἠλάλαξε πᾶς ὁ λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ· καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ· καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν. 21 Καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς, καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου, καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν στόματι ῥομφαίας.