Joshua 24:11-13

Brenton_Greek(i) 11 Καὶ διέβητε τὸν Ἰορδάνην, καὶ παρεγενήθητε εἰς Ἱεριχὼ· καὶ ἐπολέμησαν πρὸς ἡμᾶς οἱ κατοικοῦντες Ἱεριχώ ὁ Ἀμοῤῥαῖος, καὶ ὁ Χαναναῖος, καὶ ὁ Φερεζαῖος, καὶ ὁ Εὐαῖος, καὶ ὁ Ἰεβουσαῖος, καὶ ὁ Χετταῖος, καὶ ὁ Γεργεσαῖος· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ὑμῶν. 12 Καὶ ἐξαπέστειλε προτέραν ὑμῶν τὴν σφηκιάν· καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν δώδεκα βασιλεῖς τῶν Ἀμοῤῥαίων, οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου.
13 Καὶ ἔδωκεν ὑμῖν γῆν ἐφʼ ἣν οὐκ ἐκοπιάσατε ἐπʼ αὐτῆς, καὶ πόλεις ἃς οὐκ ᾠκοδομήκατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς, καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς, ἔδεσθε.