Brenton_Greek(i)
43 41 Καὶ ἔδωκε Κύριος τῷ Ἰσραὴλ πᾶσαν τὴν γῆν, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν αὐτῶν· καὶ κατεκληρονόμησαν αὐτὴν, καὶ κατῴκησαν ἐν αὐτῇ.
44 42 Καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθότι ὤμοσε τοῖς πατράσιν αὐτῶν· οὐκ ἀντέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκε Κύριος εἰς τὰς χεῖρας αὐτῶν.
45 43 Οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν, ὧν ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραὴλ· πάντα παρεγένετο.