Jonah 1:12-15

Brenton_Greek(i) 12 Καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτοὺς, ἄρατέ με, καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ὑμῶν· διότι ἔγνωκα ἐγὼ, ὅτι διʼ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφʼ ὑμᾶς ἐστι.
13 Καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν, καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο, καὶ ἐξηγείρετο μᾶλλον ἐπʼ αὐτούς. 14 Καὶ ἀνεβόησαν πρὸς Κύριον, καὶ εἶπαν, μηδαμῶς, Κύριε· μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφʼ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου, πεποίηκας. 15 Καὶ ἔλαβον τὸν Ἰωνᾶν, καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.