Jeremiah 28:10-17

Brenton_Greek(i) 10 Καὶ ἔλαβεν Ἀνανίας ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ἱερεμίου, καὶ συνέτριψεν αὐτούς. 11 Καὶ εἶπεν Ἀνανίας κατʼ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ, λέγων, οὕτως εἶπε Κύριος, οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν· καὶ ᾤχετο Ἱερεμίας εἰς τὴν ὁδὸν αὐτοῦ.
12 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν, μετὰ τὸ συντρίψαι Ἀνανίαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ, λέγων, 13 βάδιζε, καὶ εἶπον πρὸς Ἀνανίαν, λέγων, οὕτως εἶπε Κύριος, κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντʼ αὐτῶν κλοιοὺς σιδηροῦς. 14 Ὅτι οὕτως εἶπε Κύριος, ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν, ἐργάζεσθαι τῷ βασιλεῖ Βαβυλῶνος. 15 Καὶ εἶπεν Ἱερεμίας τῷ Ἀνανίᾳ, οὐκ ἀπέσταλκέ σε Κύριος, καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπʼ ἀδίκῳ. 16 Διατοῦτο οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ. 17 Καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ.