Jeremiah 21:4-7

Brenton_Greek(i) 4 τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ μεταστρέψω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους· καὶ συνάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύτης, 5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης. 6 Καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καί τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται. 7 Καὶ μετὰ ταῦτα ʼοὕτως λέγει Κύριος, δώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα, καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας, εἰς χεῖρας ἐχθρῶν αὐτῶν, τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπʼ αὐτοῖς, καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς.