Jeremiah 1:11-14

Brenton_Greek(i) 11 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων, τί σὺ ὁρᾷς; καὶ εἶπε, βακτηρίαν καρυΐνην. 12 Καὶ εἶπε Κύριος πρὸς μὲ, καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. 13 Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς μὲ, λέγων, τί σὺ ὁρᾷς; καὶ εἶπα, λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου Βοῤῥᾶ. 14 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἀπὸ προσώπου Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.