Jeremiah 10:1-5

Brenton_Greek(i) 1 Ἀκούσατε τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐφʼ ὑμᾶς, οἶκος Ἰσραήλ·
2 Τάδε λέγει Κύριος, κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν. 3 Ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια· ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος, καὶ χώνευμα, 4 ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα, ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά· 5 θήσουσιν αὐτά, καὶ οὐ κινηθήσονται· ἀργύριον τορευτόν ἐστιν, οὐ πορεύσονται, ἀργύριον προσβλητὸν ἐστιν.