Isaiah 7:23-25

Brenton_Greek(i) 23 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη, πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται, καὶ εἰς ἄκανθαν. 24 Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ· ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. 25 Καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται· οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου, καὶ καταπάτημα βοός.