Isaiah 6:2-7

Brenton_Greek(i) 2 Καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ, κατεκάλυπτον τὸ πρόσωπον· ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας· καὶ ταῖς δυσὶν ἐπέταντο. 3 Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον, ἅγιος ἅγιος ἅγιος Κύριος σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.
4 Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. 5 Καὶ εἶπον, ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. 6 Καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, 7 καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν, ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.