Isaiah 63:16-19

Brenton_Greek(i) 16 Σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἁβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ Κύριε πατὴρ ἡμῶν· ῥῦσαι ἡμᾶς, ἀπʼ ἀρχῆς τὸ ὄνομά σου ἐφʼ ἡμᾶς ἐστι.
17 Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνα τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, 18 ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. 19 Ἐγενόμεθα ὡς τὸ ἀπʼ ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐκλήθη τὸ ὄνομά σου ἐφʼ ἡμᾶς.