Isaiah 49:14-23

Brenton_Greek(i) 14 Εἶπε δὲ Σιὼν, ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. 15 Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλʼ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος.
16 Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διαπαντός, 17 καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφʼ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ.
18 Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σε· ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ, καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης. 19 Ὅτι τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα τὰ πεπτωκότα, ὅτι νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. 20 Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας, στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω. 21 Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου, τίς ἐγέννησέ μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;
22 Οὕτως λέγει Κύριος Κύριος, ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπʼ ὤμων ἀροῦσι. 23 Καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σε, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι, καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με.