Isaiah 34:13-15

Brenton_Greek(i) 13 Καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα, καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἔπαυλις σειρήνων, καὶ αὐλὴ στρουθῶν. 14 Καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις, καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον, ἐκεῖ ἀναπαύσονται ὀνοκεύνταυροι, εὗροντες αὐτοῖς ἀνάπαυσιν. 15 Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων.