Isaiah 30:30-33

Brenton_Greek(i) 30 Καὶ ἀκουστὴν ποιήσει Κύριος τὴν δόξαν τῆς φωνῆς αὐτοῦ, καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ, δείξει μετὰ θυμοῦ καὶ ὀργῆς, καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει βιαίως, καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βίᾳ. 31 Διὰ γὰρ τῆς φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι, τῇ πληγῇ ᾗ ἂν πατάξῃ αὐτούς. 32 Καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοηθείας, ἐφʼ ᾗ αὐτὸς ἐπεποίθει, αὐτοὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς. 33 Σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ· μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν; φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά, ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.