Isaiah 19:20-25

Brenton_Greek(i) 20 Καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς. 21 Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ καὶ ἀποδώσουσι. 22 Καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ, καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς ἰάσει. 23 Τῇ ἡμέρᾳ ἐκείνη ἔσται ἡ ὁδὸς ἀπὸ Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. 24 Τῇ ἡμέρᾳ ἐκείνη ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις, καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ 25 ἣν εὐλόγησε Κύριος σαβαὼθ, λέγων, εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ, καὶ ὁ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ.