Hosea 2:8-13

Brenton_Greek(i) 8 Καὶ αὐτὴ οὐκ ἔγων ὅτι ἐγὼ ἔδωκα αὐτῇ τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ Βάαλ. 9 Διὰ τοῦτο ἐπιστρέψω, καὶ κομιοῦμαι τὸν σῖτόν μου καθʼ ὥραν αὐτοῦ, καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ· καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου, καὶ τὰ ὀθόνιά μου, τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς. 10 Καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου. 11 Καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς, καὶ τὰς νουμηνίας αὐτῆς, καὶ τὰ σάββατα αὐτῆς, καὶ πάσας τὰς πανηγύρεις αὐτῆς. 12 Καὶ ἀφανιῶ ἄμπελον αὐτῆς, καὶ τάς συκὰς αὐτῆς, ὅσα εἶπε, μισθώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου· καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὰ ἑρπετὰ τῆς γῆς. 13 Καὶ ἐκδικήσω ἐπʼ αὐτὴν τὰς ἡμέρας τῶν Βααλείμ, ἐν αἷς ἐπέθυεν αὐτοῖς· καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς, καὶ τὰ καθόρμια αὐτῆς, καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος.