Genesis 45:5-8

Brenton_Greek(i) 5 Νῦν οὖν μὴ λυπεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω, ὅτι ἀπέδοσθέ με ὧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. 6 Τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔστιν ἀροτρίασις, οὐδὲ ἀμητός· 7 Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς, καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην. 8 Νῦν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλὰ ὁ Θεός· καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ, καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου.