Genesis 41:1-36

Brenton_Greek(i) 1 Ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαραὼ εἶδεν ἐνύπνιον· ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ. 2 Καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες, καλαὶ τῷ εἴδει, καὶ ἐκλεκταὶ ταῖς σαρξὶ, καὶ ἐβόσκοντο ἐν τῷ Ἄχει. 3 Ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ, αἰσχραὶ τῷ εἴδει, καὶ λεπταὶ ταῖς σαρξὶ, καὶ ἐνέμοντο παρὰ τὰς βόας ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ. 4 Καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶ τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτὰς ταῖς σαρξί· ἠγέρθη δὲ Φαραώ. 5 Καὶ ἐνυπνιάσθη τὸ δεύτερον· καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν τῷ πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί. 6 Καὶ ἰδοὺ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετʼ αὐτούς. 7 Καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις· ἠγέρθη δὲ Φαραώ, καὶ ἦν ἐνύπνιον. 8 Ἐγένετο δὲ πρωῒ, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς· καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ. 9 Καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραὼ, λέγων, τὴν ἁμαρτίαν μου ἀναμιμνήσκω σήμερον. 10 Φαραὼ ὠργίσθη τοῖς παισὶν αὐτοῦ, καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ, ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου, ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν. 11 Καὶ εἴδομεν ἐνύπνιον ἀμφότεροι ἐν νυκτὶ μιᾷ ἐγὼ καὶ αὐτὸς, ἕκαστος κατὰ τὸ αὐτοῦ ἐνύπνιον εἴδομεν. 12 Ἦν δὲ ἐκεῖ μεθʼ ἡμῶν νεανίσκος παῖς Ἑβραῖος τοῦ ἀρχιμαγείρου, καὶ διηγησάμεθα αὐτῷ, καὶ συνέκρινεν ἡμῖν. 13 Ἐγενήθη δέ, καθὼς συνέκρινεν ἡμῖν οὕτω καὶ συνέβη, ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου, ἐκεῖνον δὲ κρεμασθῆναι. 14 Ἀποστείλας δὲ Φαραὼ ἐκάλεσε τὸν Ἰωσὴφ· καὶ ἐξήγαγον αὐτὸν ἀπὸ τοῦ ὀχυρώματος, καὶ ἐξύρησαν αὐτὸν, καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ· καὶ ἦλθε πρὸς Φαραώ. 15 Εἶπε δὲ Φαραὼ πρὸς Ἰωσήφ, ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων, ἀκούσαντά σε ἐνύπνια, συγκρῖναι αὐτά. 16 Ἀποκριθεὶς δὲ Ἰωσὴφ τῷ Φαραὼ εἶπεν, ἄνευ τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ. 17 Ἐλάλησε δὲ Φαραὼ τῷ Ἰωσὴφ, λέγων, ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ. 18 Καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶ, καὶ ἐνέμοντο ἐν τῷ Ἄχει. 19 Καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ, πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει, καὶ λεπταὶ ταῖς σαρξίν, οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Αἰγύπτου αἰσχροτέρας. 20 Καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ τὰς ἐκλεκτάς. 21 Καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν· καὶ οὐ διάδηλοι ἐγένοντο, ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν· καὶ αἱ ὄψεις αὐτῶν αἰσχραί, καθὰ καὶ τὴν ἀρχήν· ἐξεγερθεὶς δὲ ἐκοιμήθην. 22 Καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί. 23 Ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτῶν. 24 Καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις· εἶπα οὖν τοῖς ἐξηγηταῖς, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι αὐτό.
25 Καὶ εἶπεν Ἰωσὴφ τῷ Φαραὼ, τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστιν· ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ. 26 Αἱ ἑπτὰ βόες αἱ καλαὶ, ἑπτὰ ἔτη ἐστί· καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ, ἑπτὰ ἔτη ἐστί· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστι. 27 Καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ, αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν, ἑπτὰ ἔτη ἐστί· καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι, ἑπτὰ ἔτη ἐστί ἔσονται ἑπτὰ ἔτη λιμοῦ. 28 Τὸ δὲ ῥῆμα ὃ εἴρηκα Φαραώ, ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ. 29 Ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάσῃ γῇ Αἰγύπτου. 30 Ἥξει δὲ ἑπτὰ ἔτη λιμοῦ μετὰ ταῦτα· καὶ ἐπιλήσονται τῆς πλησμονῆς τῆς ἐσομένης ἐν ὅλῃ Αἰγύπτῳ· καὶ ἀναλώσει ὁ λιμὸς τὴν γῆν. 31 Καὶ οὐκ ἐπιγνωσθήσεται ἡ εὐθηνία ἐπὶ τῆς γῆς ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου μετὰ ταῦτα· ἰσχυρὸς γὰρ ἔσται σφόδρα. 32 Περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραὼ δίς, ὅτι ἀληθὲς ἔσται τὸ ῥῆμα τὸ παρὰ τοῦ Θεοῦ· καὶ ταχυνεῖ ὁ Θεὸς τοῦ ποιῆσαι αὐτό. 33 Νῦν οὖν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν, καὶ κατάστησον αὐτὸν ἐπὶ γῆς Αἰγύπτου. 34 Καὶ ποιησάτω Φαραὼ καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς· καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γεννήματα τῆς γῆς Αἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας, 35 καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων· καὶ συναχθήτω ὁ σῖτος ὑπὸ χεῖρα Φαραώ· βρώματα ἐν ταῖς πόλεσι φυλαχθήτω. 36 Καὶ ἔσται τὰ βρώματα τὰ πεφυλαγμένα τῇ γῇ εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, ἃ ἔσονται ἐν γῇ Αἰγύπτου, καὶ οὐκ ἐκτριβήσεται ἡ γῇ ἐν τῷ λιμῷ.