Genesis 38:16-18

Brenton_Greek(i) 16 Ἐξέκλινε δὲ πρὸς αὐτὴν τὴν ὁδόν· καὶ εἶπεν αὐτῇ, ἔασόν με εἰσελθεῖν πρός σε· οὐ γὰρ ἔγνω, ὅτι νύμφη αὐτοῦ ἐστίν· ἡ δὲ εἶπε, τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με; 17 Ὁ δὲ εἶπεν, ἐγώ σοι ἀποστελῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων μου· ἡ δὲ εἶπεν, ἐὰν δῷς μοι ἀῤῥαβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε. 18 Ὁ δὲ εἶπε, τίνα τὸν ἀῤῥαβῶνά σοι δώσω; ἡ δὲ εἶπε, τὸν δακτύλιόν σου, καὶ τὸν ὁρμίσκον, καὶ τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου. Καὶ ἔδωκεν αὐτῇ, καὶ εἰσῆλθε πρὸς αὐτήν· καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ.