Genesis 35:23-26

Brenton_Greek(i) 23 Υἱοὶ Λείας, πρωτότοκος Ἰακὼβ, Ῥουβήν, Συμεών, Λευί, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών. 24 Υἱοὶ δὲ Ῥαχήλ, Ἰωσὴφ, καὶ Βενιαμίν. 25 Υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ῥαχήλ, Δὰν, καὶ Νεφθαλείμ. 26 Υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας, Γὰδ, καὶ Ἀσήρ· οὗτοι υἱοὶ Ἰακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.