Ezekiel 9:6

Brenton_Greek(i) 6 Πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφʼ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε· ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.
Καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ.