Exodus 23:1-7

Brenton_Greek(i) 1 Οὐ παραδέξῃ ἀκοὴν ματαίαν· οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος. 2 Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ· οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ τῶν πλειόνων, ὥστε ἐκκλῖναι κρίσιν. 3 Καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει. 4 Ἐὰν δὲ συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ. 5 Ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόνον αὐτοῦ, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συναρεῖς αὐτὸ μετʼ αὐτοῦ.
6 Οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ. 7 Ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσῃ· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς· καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων.