Deuteronomy 29:24-28

Brenton_Greek(i) 24 Καὶ ἐροῦσι πάντα τὰ ἔθνη, διατί ἐποίησε Κύριος οὕτω τῇ γῇ ταύτῃ; τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος; 25 Καὶ ἐροῦσιν, ὅτι κατέλιπον τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ τῶν πατέρων αὐτῶν, ἃ διέθετο τοῖς πατράσιν αὐτῶν, ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, 26 καὶ πορευθέντες ἐλάτρευσαν θεοῖς ἑτέροις, οὓς οὐκ ἠπίσταντο, οὐδὲ διένειμεν αὐτοῖς· 27 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπʼ αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου. 28 Καὶ ἐξῇρεν αὐτοὺς Κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα, καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν.