Deuteronomy 29:15-20

Brenton_Greek(i) 15 ἀλλὰ καὶ τοῖς ὧδε οὖσι μεθʼ ὑμῶν σήμερον ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ τοῖς μὴ οὖσι μεθʼ ὑμῶν ὧδε σήμερον.
16 Ὅτι ὑμεῖς οἴδατε πῶς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ, ὡς παρήλθομεν ἐν μέσῳ τῶν ἐθνῶν οὓς παρήλθετε. 17 Καὶ ἴδετε τὰ βδελύγματα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν, ξύλον καὶ λίθον, ἀργύριον καὶ χρυσίον, ἅ ἐστι παρʼ αὐτοῖς. 18 Μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ, ἢ γυνὴ, ἢ πατριὰ, ἢ φυλὴ, τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ Κυρίου τοῦ Θεοῦ ὑμῶν, πορεύεσθαι λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων· μὴ τίς ἐστὶν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ· 19 Καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης, καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων, ὅσιά μοι γένοιτο, ὅτι ἐνῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι, ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον· 20 Οὐ μὴ θελήσει ὁ Θεὸς εὐϊλατεῦσαι αὐτῷ, ἀλλʼ ἢ τότε ἐκκαυθήσεται ὀργὴ Κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ, καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης, αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τούτου· καὶ ἐξαλείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν.