Deuteronomy 10:1-5

Brenton_Greek(i) 1 Ἐν ἐκείνῳ τῷ καιρῷ εἶπε Κύριος πρὸς μὲ, λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, ὥσπερ τὰς πρώτας, καὶ ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην. 2 Καὶ γράψεις ἐπὶ τὰς πλάκας τὰ ῥήματα, ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις ἃς συνέτριψας, καὶ ἐμβαλεῖς αὐτὰς εἰς τὴν κιβωτόν. 3 Καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων, καί ἐλάξευσα τὰς πλάκας λιθίνας ὡς αἱ πρῶται, καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσί μου. 4 Καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρὸς, καὶ ἔδωκεν αὐτὰς Κύριος ἐμοί. 5 Καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτὸν ἣν ἐποίησα· καὶ ἦσαν ἐκεῖ, καθὰ ἐνετείλατό μοι Κύριος.