2 Samuel 17:27-29

Brenton_Greek(i) 27 Καὶ ἐγένετο ἡνίκα ἦλθε Δαυὶδ εἰς Μαναῒμ, καὶ Οὐεσβὶ υἱὸς Νάας ἐκ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ Μαχὶρ υἱὸς Ἀμιὴλ ἐκ Λωδαβὰρ, καὶ Βερζελλὶ ὁ Γαλααδίτης ἐκ Ῥωγελλὶμ, 28 ἤνεγκαν δέκα κοίτας ἀμφιτάπους, καὶ λέβητας δέκα, καὶ σκεύη κεράμου, καὶ πυροὺς, καὶ κριθὰς, καὶ ἄλευρον, καὶ ἄλφιτον, καὶ κύαμον, καὶ φακὸν, 29 καὶ μέλι, καὶ βούτυρον, καὶ πρόβατα, καὶ σαφφὼθ βοῶν· καὶ προσήνεγκαν τῷ Δαυὶδ, καὶ τῷ λαῷ τῷ μετʼ αὐτοῦ φαγεῖν· ὅτι εἶπαν, ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ.