2 Kings 25:22-25

Brenton_Greek(i) 22 Καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ Ἰούδα οὓς κατέλιπε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπʼ αὐτῶν τὸν Γοδολίαν υἱὸν Ἀχικὰμ υἱοῦ Σαφάν. 23 Καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν, καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφὰθ, καὶ Ἰσμαὴλ υἱὸς Ναθανίου, καὶ Ἰωὰ υἱὸς Καρὴθ, καὶ Σαραίας υἱὸς Θαναμὰθ ὁ Νετωφαθίτης, καὶ Ἰεζονίας υἱὸς τοῦ Μαχαθὶ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν· 24 Καὶ ὤμοσε Γοδολίας αὐτοῖς, καὶ τοῖς ἀνδράσιν αὐτῶν, καὶ εἶπεν αὐτοῖς, μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων, καθίσατε ἐν τῇ γῇ, καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν.
25 Καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἑλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων, καὶ δέκα ἄνδρες μετʼ αὐτοῦ, καὶ ἐπάταξε τὸν Γοδολίαν καὶ ἀπέθανε, καὶ τοὺς Ἰουδαίους καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετʼ αὐτοῦ ἐν Μασσηφά.