2 Kings 25:2-7

Brenton_Greek(i) 2 Καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκίου ἐννάτῃ τοῦ μηνός. 3 Καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. 4 Καὶ ἐῤῥάγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀναμέσον τῶν τειχῶν, αὕτη ἥ ἐστι τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ· καὶ ἐπορεύθη ὁδὸν τὴν Ἄραβα· 5 Καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν ἐν Ἀραβὼθ Ἱεριχὼ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ. 6 Καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Ῥεβλαθά· καὶ ἐλάλησε μετʼ αὐτοῦ κρίσιν. 7 Καὶ τοὺς υἱοὺς Σεδεκίου ἔσφαξε κατʼ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε, καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν εἰς Βαβυλῶνα.