2 Kings 21:3-7

Brenton_Greek(i) 3 Καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησε τὰ ἄλση καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐδούλευσεν αὐτοῖς. 4 Καὶ ᾠκοδόμησε θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ὡς εἶπεν, ἐν Ἱερουσαλὴμ θήσω τὸ ὄνομά μου. 5 Καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου. 6 Καὶ διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, καὶ ἐποίησε τεμένη, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν. 7 Καὶ ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ, ᾧ εἶπε Κύριος πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ, ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλήμ ᾗ ἐξελεξάμην ἐκ πασῶν φυλῶν τοῦ Ἰσραὴλ, καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα,