2 Kings 17:35-39

Brenton_Greek(i) 35 Καὶ διέθετο Κύριος μετʼ αὐτῶν διαθήκην, καὶ ἐνετείλατο αὐτοῖς, λέγων, οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους, καὶ οὐ προσκυνήσετε αὐτοῖς, καὶ οὐ λατρεύσετε αὐτοῖς, καὶ οὐ θυσιάσετε αὐτοῖς· 36 ὅτι ἀλλʼ ἢ τῷ Κυρίῳ ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, αὐτὸν φοβηθήσεσθε, καὶ αὐτῷ προσκυνήσετε, αὐτῷ θύσετε. 37 Τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολὰς, ἃς ἔγραψεν ὑμῖν ποιεῖν, φυλάσσεσθε πάσας τὰς ἡμέρας, καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους. 38 Καὶ τὴν διαθήκην ἣν διέθετο μεθʼ ὑμῶν οὐκ ἐπιλήσεσθε· καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους· 39 Ἀλλʼ ἢ τὸν Κύριον Θεὸν ὑμῶν φοβηθήσεσθε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν·