2 Chronicles 28:4-6

Brenton_Greek(i) 4 Καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν, καὶ ἐπὶ τῶν δωμάτων, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.
5 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν, καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ εἰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην. 6 Καὶ ἀπέκτεινε Φακεὲ ὁ τοῦ Ῥομελία βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ, ἐν τῷ καταλιπεῖν αὐτοὺς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.