2 Chronicles 22:5-8

Brenton_Greek(i) 5 καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη· καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ εἰς πόλεμον ἐπὶ Ἀζαὴλ βασιλέα Συρίας εἰς Ῥαμὼθ Γαλαάδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ἰωράμ. 6 Καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰεζράελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ῥαμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας.
Καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰούδα κατέβη θεάσασθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰεζράελ, ὅτι ἠῤῥώστει. 7 Καὶ παρὰ τοῦ Θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζίᾳ ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθε μετʼ αὐτοῦ Ἰωρὰμ πρὸς Ἰηοὺ υἱὸν Ναμεσσεῒ χριστὸν Κυρίου εἰς τὸν οἶκον Ἀχαάβ.
8 Καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰηοὺ τὸν οἶκον Ἀχαὰβ, καὶ εὗρε τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου λειτουργοῦντας τῷ Ὀχοζίᾳ, καὶ ἀπέκτεινεν αὐτούς.