1 Samuel 8:6-8

Brenton_Greek(i) 6 Καὶ πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαμουὴλ, ὡς εἶπαν, δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον. 7 Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλῶσί σοι, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλʼ ἢ ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπʼ αὐτῶν. 8 Κατὰ πάντα τὰ ποιήματα, ἃ ἐποίησάν μοι ἀφʼ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγκατέλιπόν με, καὶ ἐδούλευον θεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσι καὶ σοί.