1 Samuel 30:24

Brenton_Greek(i) 24 Καὶ τίς ἐπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον ἡμῶν εἰσι, διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς τὸν πόλεμον, οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη, κατὰ τὸ αὐτὸ μεριοῦνται.