1 Samuel 21:3-6

Brenton_Greek(i) 3 Καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν. 4 Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυὶδ, καὶ εἶπεν, οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλʼ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστι πλὴμ ἀπὸ γυναικὸς, καὶ φάγεται. 5 Καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ, καὶ εἶπεν αὐτῷ, ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου.
6 Καὶ ἔδωκεν αὐτῷ Ἀβιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι ἐκεῖ οὐκ ἦν ἄρτοι, ἀλλʼ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου, τοῦ παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.