1 Samuel 19:11-17

Brenton_Greek(i) 11 Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέγουσα, ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. 12 Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε καὶ σώζεται. 13 Καὶ ἔλαβεν ἡ Μελχὸλ τὰ κενοτάφια, καὶ ἔθετο ἐπὶ τὴν κλίνην, καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ.
14 Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν. 15 Καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ, λέγων, ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρὸς μὲ τοῦ θανατῶσαι αὐτόν. 16 Καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ. 17 Καὶ εἶπε Σαοὺλ τῇ Μελχὸλ, ἱνατί οὕτως παρελογίσω με, καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου, καὶ διεσώθη; καὶ εἶπε Μελχὸλ τῷ Σαοὺλ, αὐτὸς εἶπεν, ἐξαπόστειλόν με, εἰ δὲ μὴ, θανατώσω σε.