1 Kings 4:29-31

Brenton_Greek(i) 29 Καὶ ἔδωκε Κύριος φρόνησιν τω Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. 30 Καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. 31 Καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους· καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰμ τὸν Ζαρίτην, καὶ τὸν Αἰμὰν, καὶ τὸν Χαλκὰδ καὶ Δαράδα υἱοὺς Μάλ.