1 Chronicles 2:25-33

Brenton_Greek(i) 25 Καὶ ἦσαν οἱ υἱοὶ Ἱεραμεὴλ πρωτοτόκου Ἐσρὼν, ὁ πρωτότοκος Ῥὰμ, καὶ Βαναὰ καὶ Ἀρὰμ, καὶ Ἀσὸμ ἀδελφὸς αὐτοῦ. 26 Καὶ ἦν γυνὴ ἑτέρα τῷ Ἱεραμεὴλ, καὶ ὄνομα αὐτῇ Ἀτάρα· αὕτη ἐστὶ μήτηρ Ὀζόμ. 27 Καὶ ἦσαν υἱοὶ Ῥὰμ πρωτοτόκου Ἱεραμεὴλ, Μαὰς, καὶ Ἰαμὶν, καὶ Ἀκόρ. 28 Καὶ ἦσαν υἱοὶ Ὀζόμ, Σαμαῒ, καὶ Ἰαδαέ· καὶ υἱοὶ Σαμαῒ, Ναδὰβ καὶ Ἀβισούρ. 29 Καὶ ὄνομα τῆς γυναικὸς Ἀβισοὺρ, Ἀβιχαία· καὶ ἔτεκεν αὐτῷ τὸν Ἀχαβὰρ, καὶ τὸν Μωήλ. 30 Καὶ υἱοὶ Ναδὰβ· Σαλὰδ, καὶ Ἀπφαίν· καὶ ἀπέθανε Σαλὰδ οὐκ ἔχων τέκνα. 31 Καὶ υἱοὶ Ἀπφαὶν, Ἰσεμιήλ· καὶ υἱοὶ Ἰσεμιὴλ, Σωσάν· καὶ υἱοὶ Σωσὰν, Ἀαδαί. 32 Καὶ υἱοὶ Ἀαδαὶ, Ἀχισαμὰς, Ἰεθὲρ, Ἰωνάθαν· καὶ ἀπέθανεν Ἰεθὲρ οὐκ ἔχων τέκνα. 33 Καὶ υἱοὶ Ἰωνάθαν, Φαλὲδ, καὶ Ὁζάμ. Οὗτοι ἦσαν υἱοὶ Ἱεραμεήλ.