1 Chronicles 27:1-22

Brenton_Greek(i) 1 Καὶ υἱοὶ Ἰσραὴλ κατὰ ἀρθιμὸν αὐτῶν, ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι, καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ βασιλεῖ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευμένου μῆνα ἐκ μηνός, εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες.
2 Καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου, Ἰσβοὰζ ὁ τοῦ Ζαβδιὴλ, ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 3 Ἀπὸ τῶν υἱῶν Φαρὲς, ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου. 4 Καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδία ὁ Ἐκχὼκ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ, καὶ Μακελλὼθ ὁ ἡγούμενος, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες ἄρχοντες δυνάμεως. 5 Ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναίας ὁ τοῦ Ἰωδαὲ ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 6 Αὐτὸς Βαναίας ὁ δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα· καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Ζαβὰδ ὁ υἱὸς αὐτοῦ. 7 Ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ἀσαὴλ ὁ ἀδελφὸς Ἰωὰβ, καὶ Ζαβαδίας υἱὸς αὐτοῦ, καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 8 Ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαμαὼθ ὁ Ἰεσραὲ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 9 Ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Ὀδουίας ὁ τοῦ Ἐκκῆς ὁ Θεκωΐτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 10 Ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλὴς ὁ ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν Ἐφραὶμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 11 Ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαῒ ὁ Οὐσαθὶ τῷ Ζαραῒ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 12 Ὁ ἔνατος τῷ μηνὶ τῷ ἐννάτῳ Ἀβιέζερ ὁ ἐξ Ἀναθὼθ ὁ ἐκ γῆς Βενιαμὶν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 13 Ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ὁ ἐκ Νετωφαθὶ τῷ Ζαραῒ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 14 Ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ὁ ἐκ Φαραθὼν ἐκ τῶν υἱῶν Ἐφραὶμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. 15 Ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδία ὁ ἐκ Νετωφαθὶ τῷ Γοθονιὴλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες.
16 Καὶ ἐπὶ τῶν φυλῶν Ἰσραὴλ, τῷ Ῥουβὴν ἡγούμενος Ἐλιέζερ ὁ τοῦ Ζεχρί· τῷ Συμεὼν, Σαφατίας ὁ τοῦ Μααχά. 17 Τῷ Λευὶ, Ἀσαβίας ὁ τοῦ Καμουήλ· τῷ Ἀαρὼν, Σαδώκ. 18 Τῷ Ἰούδᾳ, Ἐλιὰβ τῶν ἀδελφῶν Δαυίδ· τῷ Ἰσσάχαρ, Ἀμβρὶ ὁ τοῦ Μιχαήλ. 19 Τῷ Ζαβουλὼν, Σαμαΐας ὁ τοῦ Ἀβδίου· τῷ Νεφθαλὶ, Ἰεριμὼθ ὁ τοῦ Ὀζιήλ. 20 Τῷ Ἐφραὶμ, Ὠσὴ ὁ τοῦ Ὀζίου· τῷ ἡμίσει φυλῆς Μανασσῆ, Ἰωὴλ υἱὸς Φαδαΐα. 21 Τῷ ἡμίσει φυλῆς Μανασσῆ τῷ ἐν γῇ Γαλαὰδ, Ἰαδαῒ ὁ τοῦ Ζαδαίου· τοῖς υἱοῖς Βενιαμὶν, Ἰασιὴλ ὁ τοῦ Ἀβεννήρ. 22 Τῷ Δὰν, Ἀζαριὴλ ὁ τοῦ Ἰρωάβ· οὗτοι πατριάρχαι τῶν φυλῶν Ἰσραήλ.