Romans 9:10-13

BGB(i) 10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· 11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, 12 οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι “Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι·” 13 καθὼς* γέγραπται Τὸν “Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.”