Matthew 5:10-12

BGB(i) 10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 11 Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. 12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.