Matthew 27:20-25

BGB(i) 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς “Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν;” Οἱ δὲ εἶπαν “Τὸν Βαραββᾶν.” 22 Λέγει αὐτοῖς ὁ Πιλᾶτος “Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν;” Λέγουσιν πάντες “Σταυρωθήτω.” 23 Ὁ δὲ ἔφη “Τί γὰρ κακὸν ἐποίησεν;” Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες “Σταυρωθήτω.” 24 Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι* τοῦ ὄχλου λέγων “Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου· ὑμεῖς ὄψεσθε.” 25 Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν “Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.”